Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.210 Joseph. AJ 13.215 (English) >>Joseph. AJ 13.218

13.213

Σίμων δὲ κατασταθεὶς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους τῷ πρώτῳ τῆς ἀρχιερωσύνης ἔτει τῆς ἐπὶ τοῖς Μακεδόσι δουλείας τὸν λαὸν ἠλευθέρωσεν ὡς μηκέτι φόρους αὐτοῖς τελεῖν· δὲ ἐλευθερία καὶ τὸ ἀνείσφορον τοῖς Ἰουδαίοις μετὰ ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη τῶν Συρίας βασιλέων ἐξ οὗ χρόνου Σέλευκος Νικάτωρ ἐπικληθεὶς κατέσχεν Συρίαν ὑπῆρξεν. 13.214τοσαύτη δʼ ἦν τοῦ πλήθους περὶ τὸν Σίμωνα φιλοτιμία, ὥστʼ ἐν τοῖς πρὸς ἀλλήλους συμβολαίοις καὶ τοῖς δημοσίοις γράμμασιν ἐπὶ πρώτου ἔτους γράφειν Σίμωνος καὶ εὐεργέτου Ἰουδαίων καὶ ἐθνάρχου· εὐτύχησαν γὰρ ἐπʼ αὐτοῦ σφόδρα καὶ τῶν ἐχθρῶν τῶν περιοίκων ἐκράτησαν. 13.215κατεστρέψατο γὰρ Σίμων Γάζαρά τε πόλιν καὶ Ἰόππην καὶ Ἰάμνειαν, ἐκπολιορκήσας δὲ καὶ τὴν ἐν τοῖς Ἱεροσολύμοις ἄκραν εἰς ἔδαφος αὐτὴν καθεῖλεν, ὡς ἂν μὴ τοῖς ἐχθροῖς ὁρμητήριον καταλαμβανομένοις αὐτὴν τοῦ κακῶς ποιεῖν, ὡς καὶ τότε. καὶ τοῦτο ποιήσας ἄριστον ἐδόκει καὶ συμφέρον καὶ τὸ ὄρος ἐφʼ οὗ τὴν ἄκραν εἶναι συνέβαινεν καθελεῖν, ὅπως ὑψηλότερον τὸ ἱερόν. 13.216καὶ δὴ τοῦτʼ ἔπειθεν εἰς ἐκκλησίαν καλέσας τὸ πλῆθος ὑπʼ αὐτοῦ γίνεσθαι, ὧν τε ἔπαθον ὑπὸ τῶν φρουρῶν καὶ τῶν φυγάδων Ἰουδαίων ὑπομιμνήσκων, τε πάθοιεν ἄν, εἰ πάλιν κατάσχοι τὴν βασιλείαν ἀλλόφυλος φρουρᾶς ἐν αὐτῇ κατασταθείσης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.210 Joseph. AJ 13.215 (English) >>Joseph. AJ 13.218

Powered by PhiloLogic